|
|
|
| Φιλοσοφία - Philosophia Perennis | |
| Συντάχθηκε απο τον/την Εκκλησιαστής | |
| Τρίτη, 01 Οκτώβριος 2024 19:58 | |
|
JPAGE_CURRENT_OF_TOTAL
ΚΕΦΑΛΑΙΟ Θ’ 1 ΟΤΙ σύμπαν τοῦτο ἔδωκα εἰς καρδίαν μου, καὶ καρδία μου σὺν πᾶν εἶδε τοῦτο, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ, καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν, ματαιότης ἐν τοῖς πᾶσι. 2 συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ καὶ τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ καὶ τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός, ὡς ὁ ἁμαρτάνων· ὡς ὁ ὀμνύων, καθὼς ὁ τὸν ὅρκον φοβούμενος. 3 τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι· καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς. 4 ὅτι τίς ὃς κοινωνεῖ πρός πάντας τοὺς ζῶντας; ἔστιν ἐλπίς, ὅτι ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν. 5 ὅτι οἱ ζῶντες γνώσονται ὅτι ἀποθανοῦνται, καὶ οἱ νεκροὶ οὐκ εἰσὶ γινώσκοντες οὐδέν· καὶ οὐκ ἔστιν αὐτοῖς ἔτι μισθός, ὅτι ἐπελήσθη ἡ μνήμη αὐτῶν· 6 καί γε ἀγάπη αὐτῶν καί γε μῖσος αὐτῶν καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο, καί γε μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς τὸν αἰῶνα ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον. 7 Δεῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι ἤδη εὐδόκησεν ὁ Θεὸς τὰ ποιήματά σου. 8 ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λευκά, καὶ ἔλαιον ἐπὶ κεφαλῆς σου μὴ ὑστερησάτω. 9 καὶ ἰδὲ ζωὴν μετὰ γυναικός, ἧς ἠγάπησας, πάσας τὰς ἡμέρας ζωῆς ματαιότητός σου τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον, ὅτι αὐτὸ μερίς σου ἐν τῇ ζωῇ σου καὶ ἐν τῷ μόχθῳ σου, ᾧ σὺ μοχθεῖς ὑπὸ τὸν ἥλιον. 10 πάντα, ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου ποίησον, ὅτι οὐκ ἔστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ. 11 ᾿Επέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος καί γε οὐ τῷ σοφῷ ἄρτος καί γε οὐ τοῖς συνετοῖς πλοῦτος καί γε οὐ τοῖς γινώσκουσι χάρις, ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. 12 ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ· ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι, ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνθρώπου εἰς καιρὸν πονηρόν, ὅταν ἐπιπέσῃ ἐπ᾿ αὐτοὺς ἄφνω. 13 Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρός με· 14 πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπ᾿ αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσῃ αὐτὴν καὶ οἰκοδομήσῃ ἐπ᾿ αὐτὴν χάρακας μεγάλους· 15 καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σοφόν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. 16 καὶ εἶπα ἐγώ· ἀγαθὴ σοφία ὑπὲρ δύναμιν, καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι. 17 λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύναις. 18 ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου, καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν.
ΚΕΦΑΛΑΙΟ Θ΄(ΜΕΤΑΦΡΑΣΗ) 1 ΕΠΕΙΔΗ, όλο αυτό το σκέφθηκα μέσα στην καρδιά μου, για να το εξιχνιάσω ολόκληρο, ότι οι δίκαιοι και οι σοφοί, και τα έργα τους, είναι στο χέρι τού Θεού· δεν υπάρχει άνθρωπος που να γνωρίζει είτε αγάπη θα είναι είτε μίσος· τα πάντα είναι ήδη μπροστά τους.
ΚΕΦΑΛΑΙΟ Ι’ 1 ΜΥΙΑΙ θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαίου ἡδύσματος· τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλην, 2 καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ, καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ· 3 καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται, καρδία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν. 4 ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. 5 ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ὃ ἐξῆλθεν ἀπὸ προσώπου ἐξουσιάζοντος· 6 ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται. 7 εἶδον δούλους ἐφ᾿ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς. 8 ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμόν, δήξεται αὐτὸν ὄφις. 9 ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς, σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς. 10 ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία. 11 ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περισσεία τῷ ἐπᾴδοντι. 12 λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν· 13 ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσύνη, καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά, 14 καὶ ὁ ἄφρων πληθύνει λόγους, οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον, ὅτι ὀπίσω αὐτοῦ, τίς ἀναγγελεῖ αὐτῷ; 15 μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν. 16 οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου πρωΐ ἐσθίουσι. 17 μακαρία σύ, γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται. 18 ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία. 19 εἰς γέλωτα ποιοῦσιν ἄρτον καὶ οἶνον καὶ ἔλαιον τοῦ εὐφρανθῆναι ζῶντας, καὶ τοῦ ἀργυρίου ταπεινώσει ἐπακούσεται τὰ πάντα. 20 καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σὺν τὴν φωνήν σου, καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον σου.
ΚΕΦΑΛΑΙΟ Ι΄(ΜΕΤΑΦΡΑΣΗ) 1 Μύγες που ψοφάνε κάνουν το μύρο τού μυροποιού να βρωμάει, και να αναβράζει· και μια μικρή αφροσύνη ατιμάζει εκείνον που είναι σε υπόληψη για λόγους σοφίας και τιμής.
|
|
| Τελευταία Ενημέρωση στις Τρίτη, 01 Οκτώβριος 2024 20:37 |


