Σε σύνδεση τώρα

Έχουμε 12 επισκέπτες συνδεδεμένους
Εξαιρετικά κείμενα - Ελεύθερος Στοχασμός
Ευρετήριο Άρθρου
Θουκυδίδη Περικλέους Επιτάφιος
Μετάφραση: Ελευθέριος Βενιζέλος
Όλες οι Σελίδες

  

Θουκυδίδη Περικλέους Επιτάφιος

 

[35] Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν. ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀνδρῶν ἀγαθῶν ἔργῳ γενομένων ἔργῳ καὶ δηλοῦσθαι τὰς τιμάς, οἷα καὶ νῦν περὶ τὸν τάφον τόνδε δημοσίᾳ παρασκευασθέντα ὁρᾶτε, καὶ μὴ ἐν ἑνὶ ἀνδρὶ πολλῶν ἀρετὰς κινδυνεύεσθαι εὖ τε καὶ χεῖρον εἰπόντι πιστευθῆναι. χαλεπὸν γὰρ τὸ μετρίως εἰπεῖν ἐν ᾧ μόλις καὶ ἡ δόκησις τῆς ἀληθείας βεβαιοῦται. ὅ τε γὰρ ξυνειδὼς καὶ εὔνους ἀκροατὴς τάχ' ἄν τι ἐνδεεστέρως πρὸς ἃ βούλεταί τε καὶ ἐπίσταται νομίσειε δηλοῦσθαι, ὅ τε ἄπειρος ἔστιν ἃ καὶ πλεονάζεσθαι, διὰ φθόνον, εἴ τι ὑπὲρ τὴν αὑτοῦ φύσιν ἀκούοι. μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσι περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν· τῷ δὲ ὑπερβάλλοντι αὐτῶν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν. ἐπειδὴ δὲ τοῖς πάλαι οὕτως ἐδοκιμάσθη ταῦτα καλῶς ἔχειν, χρὴ καὶ ἐμὲ ἑπόμενον τῷ νόμῳ πειρᾶσθαι ὑμῶν τῆς ἑκάστου βουλήσεώς τε καὶ δόξης τυχεῖν ὡς ἐπὶ πλεῖστον.

 

[36] ῎Αρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον· δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον δὲ ἅμα ἐν τῷ τοιῷδε τὴν τιμὴν ταύτην τῆς μνήμης δίδοσθαι. τὴν γὰρ χώραν οἱ αὐτοὶ αἰεὶ οἰκοῦντες διαδοχῇ τῶν ἐπιγιγνομένων μέχρι τοῦδε ἐλευθέραν δι' ἀρετὴν παρέδοσαν. καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν· κτησάμενοι γὰρ πρὸς οἷς ἐδέξαντο ὅσην ἔχομεν ἀρχὴν οὐκ ἀπόνως ἡμῖν τοῖς νῦν προσκατέλιπον. τὰ δὲ πλείω αὐτῆς αὐτοὶ ἡμεῖς οἵδε οἱ νῦν ἔτι ὄντες μάλιστα ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ ἐπηυξήσαμεν καὶ τὴν πόλιν τοῖς πᾶσι παρεσκευάσαμεν καὶ ἐς πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ὧν ἐγὼ τὰ μὲν κατὰ πολέμους ἔργα, οἷς ἕκαστα ἐκτήθη, ἢ εἴ τι αὐτοὶ ἢ οἱ πατέρες ἡμῶν βάρβαρον ἢ ῞Ελληνα πολέμιον ἐπιόντα προθύμως ἠμυνάμεθα, μακρηγορεῖν ἐν εἰδόσιν οὐ βουλόμενος ἐάσω· ἀπὸ δὲ οἵας τε ἐπιτηδεύσεως ἤλθομεν ἐπ' αὐτὰ καὶ μεθ' οἵας πολιτείας καὶ τρόπων ἐξ οἵων μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτὰ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων ξύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν.

 

[37] Χρώμεθα γὰρ πολιτείᾳ οὐ ζηλούσῃ τοὺς τῶν πέλας νόμους, παράδειγμα δὲ μᾶλλον αὐτοὶ ὄντες τισὶν ἢ μιμούμενοι ἑτέρους. καὶ ὄνομα μὲν διὰ τὸ μὴ ἐς ὀλίγους ἀλλ' ἐς πλείονας οἰκεῖν δημοκρατία κέκληται· μέτεστι δὲ κατὰ μὲν τοὺς νόμους πρὸς τὰ ἴδια διάφορα πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίωσιν, ὡς ἕκαστος ἔν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρους τὸ πλέον ἐς τὰ κοινὰ ἢ ἀπ' ἀρετῆς προτιμᾶται, οὐδ' αὖ κατὰ πενίαν, ἔχων γέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται. ἐλευθέρως δὲ τά τε πρὸς τὸ κοινὸν πολιτεύομεν καὶ ἐς τὴν πρὸς ἀλλήλους τῶν καθ' ἡμέραν ἐπιτηδευμάτων ὑποψίαν, οὐ δι' ὀργῆς τὸν πέλας, εἰ καθ' ἡδονήν τι δρᾷ, ἔχοντες, οὐδὲ ἀζημίους μέν, λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόνας προστιθέμενοι. ἀνεπαχθῶς δὲ τὰ ἴδια προσομιλοῦντες τὰ δημόσια διὰ δέος μάλιστα οὐ παρανομοῦμεν, τῶν τε αἰεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει καὶ τῶν νόμων, καὶ μάλιστα αὐτῶν ὅσοι τε ἐπ' ὠφελίᾳ τῶν ἀδικουμένων κεῖνται καὶ ὅσοι ἄγραφοι ὄντες αἰσχύνην ὁμολογουμένην φέρουσιν.

 

[38] Καὶ μὴν καὶ τῶν πόνων πλείστας ἀναπαύλας τῇ γνώμῃ ἐπορισάμεθα, ἀγῶσι μέν γε καὶ θυσίαις διετησίοις νομίζοντες, ἰδίαις δὲ κατασκευαῖς εὐπρεπέσιν, ὧν καθ' ἡμέραν ἡ τέρψις τὸ λυπηρὸν ἐκπλήσσει. ἐπεσέρχεται δὲ διὰ μέγεθος τῆς πόλεως ἐκ πάσης γῆς τὰ πάντα, καὶ ξυμβαίνει ἡμῖν μηδὲν οἰκειοτέρᾳ τῇ ἀπολαύσει τὰ αὐτοῦ ἀγαθὰ γιγνόμενα καρποῦσθαι ἢ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων.

 

[39] Διαφέρομεν δὲ καὶ ταῖς τῶν πολεμικῶν μελέταις τῶν ἐναντίων τοῖσδε. τήν τε γὰρ πόλιν κοινὴν παρέχομεν, καὶ οὐκ ἔστιν ὅτε ξενηλασίαις ἀπείργομέν τινα ἢ μαθήματος ἢ θεάματος, ὃ μὴ κρυφθὲν ἄν τις τῶν πολεμίων ἰδὼν ὠφεληθείη, πιστεύοντες οὐ ταῖς παρασκευαῖς τὸ πλέον καὶ ἀπάταις ἢ τῷ ἀφ' ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ· καὶ ἐν ταῖς παιδείαις οἱ μὲν ἐπιπόνῳ ἀσκήσει εὐθὺς νέοι ὄντες τὸ ἀνδρεῖον μετέρχονται, ἡμεῖς δὲ ἀνειμένως διαιτώμενοι οὐδὲν ἧσσον ἐπὶ τοὺς ἰσοπαλεῖς κινδύνους χωροῦμεν. τεκμήριον δέ· οὔτε γὰρ Λακεδαιμόνιοι καθ' ἑαυτούς, μεθ' ἁπάντων δὲ ἐς τὴν γῆν ἡμῶν στρατεύουσι, τήν τε τῶν πέλας αὐτοὶ ἐπελθόντες οὐ χαλεπῶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς περὶ τῶν οἰκείων ἀμυνομένους μαχόμενοι τὰ πλείω κρατοῦμεν. ἁθρόᾳ τε τῇ δυνάμει ἡμῶν οὐδείς πω πολέμιος ἐνέτυχε διὰ τὴν τοῦ ναυτικοῦ τε ἅμα ἐπιμέλειαν καὶ τὴν ἐν τῇ γῇ ἐπὶ πολλὰ ἡμῶν αὐτῶν ἐπίπεμψιν· ἢν δέ που μορίῳ τινὶ προσμείξωσι, κρατήσαντές τέ τινας ἡμῶν πάντας αὐχοῦσιν ἀπεῶσθαι καὶ νικηθέντες ὑφ' ἁπάντων ἡσσῆσθαι. καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλομεν κινδυνεύειν, περιγίγνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν, καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέρους τῶν αἰεὶ μοχθούντων φαίνεσθαι, καὶ ἔν τε τούτοις τὴν πόλιν ἀξίαν εἶναι θαυμάζεσθαι καὶ ἔτι ἐν ἄλλοις.

 

[40] Φιλοκαλοῦμέν τε γὰρ μετ' εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας· πλούτῳ τε ἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳ χρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινὶ αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν ἔργῳ αἴσχιον. ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια, καὶ ἑτέροις πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι· μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ' ἀχρεῖον νομίζομεν, καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν. διαφερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον φέρει. κράτιστοι δ' ἂν τὴν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων. καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς· οὐ γὰρ πάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τοὺς φίλους. βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὀφειλομένην δι' εὐνοίας ᾧ δέδωκε σῴζειν· ὁ δὲ ἀντοφείλων ἀμβλύτερος, εἰδὼς οὐκ ἐς χάριν, ἀλλ' ἐς ὀφείλημα τὴν ἀρετὴν ἀποδώσων. καὶ μόνοι οὐ τοῦ ξυμφέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινὰ ὠφελοῦμεν.

 

[41] Ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς ῾Ελλάδος παίδευσιν εἶναι καὶ καθ' ἕκαστον δοκεῖν ἄν μοι τὸν αὐτὸν ἄνδρα παρ' ἡμῶν ἐπὶ πλεῖστ' ἂν εἴδη καὶ μετὰ χαρίτων μάλιστ' ἂν εὐτραπέλως τὸ σῶμα αὔταρκες παρέχεσθαι. καὶ ὡς οὐ λόγων ἐν τῷ παρόντι κόμπος τάδε μᾶλλον ἢ ἔργων ἐστὶν ἀλήθεια, αὐτὴ ἡ δύναμις τῆς πόλεως, ἣν ἀπὸ τῶνδε τῶν τρόπων ἐκτησάμεθα, σημαίνει. μόνη γὰρ τῶν νῦν ἀκοῆς κρείσσων ἐς πεῖραν ἔρχεται, καὶ μόνη οὔτε τῷ πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει ὑφ' οἵων κακοπαθεῖ οὔτε τῷ ὑπηκόῳ κατάμεμψιν ὡς οὐχ ὑπ' ἀξίων ἄρχεται. μετὰ μεγάλων δὲ σημείων καὶ οὐ δή τοι ἀμάρτυρόν γε τὴν δύναμιν παρασχόμενοι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα θαυμασθησόμεθα, καὶ οὐδὲν προσδεόμενοι οὔτε ῾Ομήρου ἐπαινέτου οὔτε ὅστις ἔπεσι μὲν τὸ αὐτίκα τέρψει, τῶν δ' ἔργων τὴν ὑπόνοιαν ἡ ἀλήθεια βλάψει, ἀλλὰ πᾶσαν μὲν θάλασσαν καὶ γῆν ἐσβατὸν τῇ ἡμετέρᾳ τόλμῃ καταναγκάσαντες γενέσθαι, πανταχοῦ δὲ μνημεῖα κακῶν τε κἀγαθῶν ἀίδια ξυγκατοικίσαντες. περὶ τοιαύτης οὖν πόλεως οἵδε τε γενναίως δικαιοῦντες μὴ ἀφαιρεθῆναι αὐτὴν μαχόμενοι ἐτελεύτησαν, καὶ τῶν λειπομένων πάντα τινὰ εἰκὸς ἐθέλειν ὑπὲρ αὐτῆς κάμνειν.

 

[42] Δι' ὃ δὴ καὶ ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει ὁμοίως, καὶ τὴν εὐλογίαν ἅμα ἐφ' οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς. καὶ εἴρηται αὐτῆς τὰ μέγιστα· ἃ γὰρ τὴν πόλιν ὕμνησα, αἱ τῶνδε καὶ τῶν τοιῶνδε ἀρεταὶ ἐκόσμησαν, καὶ οὐκ ἂν πολλοῖς τῶν ῾Ελλήνων ἰσόρροπος ὥσπερ τῶνδε ὁ λόγος τῶν ἔργων φανείη. δοκεῖ δέ μοι δηλοῦν ἀνδρὸς ἀρετὴν πρώτη τε μηνύουσα καὶ τελευταία βεβαιοῦσα ἡ νῦν τῶνδε καταστροφή. καὶ γὰρ τοῖς τἆλλα χείροσι δίκαιον τὴν ἐς τοὺς πολέμους ὑπὲρ τῆς πατρίδος ἀνδραγαθίαν προτίθεσθαι· ἀγαθῷ γὰρ κακὸν ἀφανίσαντες κοινῶς μᾶλλον ὠφέλησαν ἢ ἐκ τῶν ἰδίων ἔβλαψαν. τῶνδε δὲ οὔτε πλούτου τις τὴν ἔτι ἀπόλαυσιν προτιμήσας ἐμαλακίσθη οὔτε πενίας ἐλπίδι, ὡς κἂν ἔτι διαφυγὼν αὐτὴν πλουτήσειεν, ἀναβολὴν τοῦ δεινοῦ ἐποιήσατο· τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν μετ' αὐτοῦ τοὺς μὲν τιμωρεῖσθαι, τῶν δὲ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι, καὶ ἐν αὐτῷ τῷ ἀμύνεσθαι καὶ παθεῖν μᾶλλον ἡγησάμενοι ἢ [τὸ] ἐνδόντες σῴζεσθαι, τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δ' ἔργον τῷ σώματι ὑπέμειναν καὶ δι' ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν.

 

[43] Καὶ οἵδε μὲν προσηκόντως τῇ πόλει τοιοίδε ἐγένοντο· τοὺς δὲ λοιποὺς χρὴ ἀσφαλεστέραν μὲν εὔχεσθαι, ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς τοὺς πολεμίους διάνοιαν ἔχειν, σκοποῦντας μὴ λόγῳ μόνῳ τὴν ὠφελίαν, ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι, λέγων ὅσα ἐν τῷ τοὺς πολεμίους ἀμύνεσθαι ἀγαθὰ ἔνεστιν, ἀλλὰ μᾶλλον τὴν τῆς πόλεως δύναμιν καθ' ἡμέραν ἔργῳ θεωμένους καὶ ἐραστὰς γιγνομένους αὐτῆς, καὶ ὅταν ὑμῖν μεγάλη δόξῃ εἶναι, ἐνθυμουμένους ὅτι τολμῶντες καὶ γιγνώσκοντες τὰ δέοντα καὶ ἐν τοῖς ἔργοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ ἐκτήσαντο, καὶ ὁπότε καὶ πείρᾳ του σφαλεῖεν, οὐκ οὖν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν, κάλλιστον δὲ ἔρανον αὐτῇ προϊέμενοι. κοινῇ γὰρ τὰ σώματα διδόντες ἰδίᾳ τὸν ἀγήρων ἔπαινον ἐλάμβανον καὶ τὸν τάφον ἐπισημότατον, οὐκ ἐν ᾧ κεῖνται μᾶλλον, ἀλλ' ἐν ᾧ ἡ δόξα αὐτῶν παρὰ τῷ ἐντυχόντι αἰεὶ καὶ λόγου καὶ ἔργου καιρῷ αἰείμνηστος καταλείπεται. ἀνδρῶν γὰρ ἐπιφανῶν πᾶσα γῆ τάφος, καὶ οὐ στηλῶν μόνον ἐν τῇ οἰκείᾳ σημαίνει ἐπιγραφή, ἀλλὰ καὶ ἐν τῇ μὴ προσηκούσῃ ἄγραφος μνήμη παρ' ἑκάστῳ τῆς γνώμης μᾶλλον ἢ τοῦ ἔργου ἐνδιαιτᾶται. οὓς νῦν ὑμεῖς ζηλώσαντες καὶ τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δ' ἐλεύθερον τὸ εὔψυχον κρίναντες μὴ περιορᾶσθε τοὺς πολεμικοὺς κινδύνους. οὐ γὰρ οἱ κακοπραγοῦντες δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς ἐλπὶς οὐκ ἔστιν ἀγαθοῦ, ἀλλ' οἷς ἡ ἐναντία μεταβολὴ ἐν τῷ ζῆν ἔτι κινδυνεύεται καὶ ἐν οἷς μάλιστα μεγάλα τὰ διαφέροντα, ἤν τι πταίσωσιν. ἀλγεινοτέρα γὰρ ἀνδρί γε φρόνημα ἔχοντι ἡ μετὰ τοῦ [ἐν τῷ] μαλακισθῆναι κάκωσις ἢ ὁ μετὰ ῥώμης καὶ κοινῆς ἐλπίδος ἅμα γιγνόμενος ἀναίσθητος θάνατος.

 

[44] Δι' ὅπερ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρομαι μᾶλλον ἢ παραμυθήσομαι. ἐν πολυτρόποις γὰρ ξυμφοραῖς ἐπίστανται τραφέντες· τὸ δ' εὐτυχές, ο῏ ἂν τῆς εὐπρεπεστάτης λάχωσιν, ὥσπερ οἵδε μὲν νῦν, τελευτῆς, ὑμεῖς δὲ λύπης, καὶ οἷς ἐνευδαιμονῆσαί τε ὁ βίος ὁμοίως καὶ ἐντελευτῆσαι ξυνεμετρήθη. χαλεπὸν μὲν οὖν οἶδα πείθειν ὄν, ὧν καὶ πολλάκις ἕξετε ὑπομνήματα ἐν ἄλλων εὐτυχίαις, αἷς ποτὲ καὶ αὐτοὶ ἠγάλλεσθε· καὶ λύπη οὐχ ὧν ἄν τις μὴ πειρασάμενος ἀγαθῶν στερίσκηται, ἀλλ' οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῇ. καρτερεῖν δὲ χρὴ καὶ ἄλλων παίδων ἐλπίδι, οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι· ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη οἱ ἐπιγιγνόμενοί τισιν ἔσονται, καὶ τῇ πόλει διχόθεν, ἔκ τε τοῦ μὴ ἐρημοῦσθαι καὶ ἀσφαλείᾳ, ξυνοίσει· οὐ γὰρ οἷόν τε ἴσον τι ἢ δίκαιον βουλεύεσθαι ο῏ ἂν μὴ καὶ παῖδας ἐκ τοῦ ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν. ὅσοι δ' αὖ παρηβήκατε, τόν τε πλέονα κέρδος ὃν ηὐτυχεῖτε βίον ἡγεῖσθε καὶ τόνδε βραχὺν ἔσεσθαι, καὶ τῇ τῶνδε εὐκλείᾳ κουφίζεσθε. τὸ γὰρ φιλότιμον ἀγήρων μόνον, καὶ οὐκ ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας τὸ κερδαίνειν, ὥσπερ τινές φασι, μᾶλλον τέρπει, ἀλλὰ τὸ τιμᾶσθαι.

 

[45] Παισὶ δ' αὖ ὅσοι τῶνδε πάρεστε ἢ ἀδελφοῖς ὁρῶ μέγαν τὸν ἀγῶνα (τὸν γὰρ οὐκ ὄντα ἅπας εἴωθεν ἐπαινεῖν), καὶ μόλις ἂν καθ' ὑπερβολὴν ἀρετῆς οὐχ ὁμοῖοι, ἀλλ' ὀλίγῳ χείρους κριθεῖτε. φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται. εἰ δέ με δεῖ καὶ γυναικείας τι ἀρετῆς, ὅσαι νῦν ἐν χηρείᾳ ἔσονται, μνησθῆναι, βραχείᾳ παραινέσει ἅπαν σημανῶ. τῆς τε γὰρ ὑπαρχούσης φύσεως μὴ χείροσι γενέσθαι ὑμῖν μεγάλη ἡ δόξα καὶ ἧς ἂν ἐπ' ἐλάχιστον ἀρετῆς πέρι ἢ ψόγου ἐν τοῖς ἄρσεσι κλέος ᾖ.

 

[46] Εἴρηται καὶ ἐμοὶ λόγῳ κατὰ τὸν νόμον ὅσα εἶχον πρόσφορα, καὶ ἔργῳ οἱ θαπτόμενοι τὰ μὲν ἤδη κεκόσμηνται, τὰ δὲ αὐτῶν τοὺς παῖδας τὸ ἀπὸ τοῦδε δημοσίᾳ ἡ πόλις μέχρι ἥβης θρέψει, ὠφέλιμον στέφανον τοῖσδέ τε καὶ τοῖς λειπομένοις τῶν τοιῶνδε ἀγώνων προτιθεῖσα· ἆθλα γὰρ οἷς κεῖται ἀρετῆς μέγιστα, τοῖς δὲ καὶ ἄνδρες ἄριστοι πολιτεύουσιν. νῦν δὲ ἀπολοφυράμενοι ὃν προσήκει ἑκάστῳ ἄπιτε.

 

[47] Τοιόσδε μὲν ὁ τάφος ἐγένετο ἐν τῷ χειμῶνι τούτῳ·

 

Πηγή: http://www.mikrosapoplous.gr

 

Η μετάφραση του Ελευθέριου Βενιζέλου στην επόμενη σελίδα

 


 

Θουκυδίδη Περικλέους Επιτάφιος

(Μετάφραση: Ελευθέριος Βενιζέλος)

 

35. "Οι περισσότεροι που ωμίλησαν μέχρι τούδε από την θέσιν αυτήν επήνεσαν τον νομοθέτην, ο οποίος εις το έθιμον της δημοσία δαπάνη κηδείας επρόσθεσε την απαγγελίαν του επιταφίου λόγου, διότι έκρινεν ότι αρμόζει τοιαύτη ν' απονέμεται, τιμή κατά την ταφήν των νεκρών του πολέμου. Αλλ' εγώ θα ενόμιζα αρκετόν προς άνδρας, οι οποίοι δι' έργων εδείχθησαν γενναίοι, να εκδηλούνται και αι τιμαί δι' έργων, οποία είναι όσα βλέπετε παρομαρτούντα εις την υπό της πόλεως παρασκευασθείσαν επιτάφιον αυτήν τελετήν, και να μη εξαρτάται η υστεροφημία πολλών ανδρών από την ευγλωττίαν ή έλλειψιν ευγλωττίας του ρήτορος. Διότι δύσκολον είναι να ομιλήση κανείς με το προσήκον μέτρον εις περιστάσεις, κατά τας οποίας και αυτή η ακριβής παράστασις της αληθείας δυσκόλως γίνεται πιστευτή. Καθόσον και ο γνωρίζων εξ' ιδίας αντιλήψεως τα γεγονότα και ευνοϊκώς διατεθειμένος ακροατής, είναι πιθανόν να θεωρήση ότι οι λόγοι του ρήτορος είναι υποδεέστεροι της ιδικής του γνώσεως και ευνοίας, και ο μη επαρκώς γνωρίζων τα πράγματα, οσάκις ακούει κάτι τι που υπερβαίνει τας ιδικάς του δυνάμεις, είναι πιθανόν ένεκα φθόνου να πιστεύση ότι πρόκειται περί υποβολών. Διότι οι έπαινοι που λέγονται δι' άλλους επί τοσούτον μόνον είναι ανεκτοί, εφόσον έκαστος νομίζει ότι και ο ίδιος είναι ικανός να κατορθώση όμοια ή ανάλογα των επαινουμένων. Ό,τι δήποτε υπερβαίνει τούτο, προκαλεί αμέσως τον φθόνον και την δυσπιστίαν. Επειδή, εν τούτοις, οι πρόγονοί μας επεδοκίμασαν την συνήθειαν αυτήν ως καλώς έχουσαν, οφείλω και εγώ, συμμορφούμενος με τον νόμον, να δοκιμάσω να ανταποκριθώ όσον το δυνατόν περισσότερον προς την επιθυμίαν και τας πεποιθήσεις του καθενός από τους ακροατάς μου.

 

36. "Την ομιλίαν μου θ' αρχίσω από τους προγόνους μας πρώτον. Διότι είναι όχι μόνον δίκαιον, αλλά και πρέπον συγχρόνως εις τοιαύτην ευκαιρίαν, όπως η παρούσα, ν' αποτίσωμεν εις την μνήμην των τον φόρον αυτόν της τιμής. Καθόσον, κατοικούντες οι ίδιοι πάντοτε μέχρι σήμερον την χώραν αυτήν κατά την διαδοχήν των αλλεπαλλήλων γενεών μας την παρέδωσαν ελευθέραν δια της ανδρείας των. Αλλ' εάν εκείνοι είναι άξιοι των επαίνων μας, έτι μάλλον άξιοι είναι οι πατέρες μας. Διότι εκτός εκείνων, τα οποία εκληρονόμησαν, απέκτησαν δια πολλών μόχθων και την σημερινήν μας ηγεμονίαν, και εκληροδότησαν και αυτήν και εκείνα εις ημάς τους σήμερον ζώντας. Και ημείς εδώ, άλλωστε, όσοι είμεθα ακόμη εις ώριμον ηλικίαν περίπου, ενισχύσαμεν οι ίδιοι την ηγεμονίαν αυτήν πολυειδώς, και την πόλιν παρεσκευάσαμεν καθ' όλα αυταρκεστάτην και δια τον πόλεμον και δια την ειρήνην. Εν τούτοις, ούτε περί των πολεμικών κατορθωμάτων, με τα οποία αι διάφοροι κτήσεις μας απεκτήθησαν, ούτε περί της δραστηριότητος, με την οποίαν ημείς οι ίδιοι ή οι πατέρες μας απεκρούσαμεν τας επιθέσεις Ελλήνων ή βαρβάρων εχθρών, θα ομιλήσω, διότι δεν επιθυμώ να μακρηγορήσω μεταξύ ανθρώπων, οι οποίοι όλα αυτά τα γνωρίζουν. Αλλ' αφού πρώτον εξηγήσω από ποίας αρχάς εμπνεόμενοι εφθάσαμεν εις την σημερινήν περιωπήν και υπό ποίους δεσμούς και με ποίον τρόπον ζωής η ακμή μας έγινε τόσον μεγάλη, έπειτα θα έλθω εις τον έπαινον των προκειμένων νεκρών, διότι θεωρώ ότι και αρμόζοντα εις την παρούσαν περίστασιν είναι να λεχθούν αυτά και συμφέρον ν' ακουσθούν με προσοχήν από την πολυάριθμον αυτήν συνάθροισιν πολιτών και ξένων.

 

37. "Ζώμεν τωόντι υπό πολίτευμα, το οποίον δεν επιζητεί ν' αντιγράφη τους νόμους των άλλων, αλλ' είμεθα ημείς μάλλον υπόδειγμα εις τους άλλους παρά μιμηταί αυτών. Και καλείται μεν το πολίτευμά μας δημοκρατία, λόγω του ότι η κυβέρνησις του κράτους ευρίσκεται όχι εις χείρας των ολίγων, αλλά των πολλών. Αλλά δια μεν των νόμων ασφαλίζεται εις όλους ισότης δικαιοσύνης δια τα ιδιωτικά των συμφέροντα, ενώ υπό την έποψιν της κοινής εκτιμήσεως, έκαστος πολίτης προτιμάται εις τα δημόσια αξιώματα, όχι διότι ανήκει εις ωρισμένην κοινωνικήν τάξιν, αλλά δια την προσωπικήν του αξίαν, εφόσον διακρίνεται εις κάποιον κλάδον. Ούτε, εξ άλλου, εκείνος που είναι πτωχός, ημπορεί όμως να προσφέρη υπηρεσίας εις την πόλιν, ευρίσκει εμπόδιον εις τούτο, ένεκα της κοινωνικής του αφανείας. Και όχι μόνον εις τον δημόσιόν μας βίον πολιτευόμεθα με πνεύμα ελευθέριον, αλλά και εις την αναμεταξύ μας καθημερινήν επικοινωνίαν είμεθα ελεύθεροι καχυποψίας, διότι δεν αγανακτούμεν εναντίον των άλλων δι' όσα πράττουν χάριν της ευχαριστήσεώς των, ούτε προσλαμβάνομεν απέναντί των φυσιογνωμίαν σκυθρωπής αποδοκιμασίας, η οποία δεν ζημιώνει αληθώς, πληγώνει όμως. Αλλ' ενώ εις τας ιδιωτικάς μας σχέσεις αποφεύγομεν να φαινώμεθα δυσάρεστοι, εις τον δημόσιόν μας βίον αποφεύγομεν την παρανομίαν, από ευλάβειαν προ πάντων προς τας επιταγάς των εκάστοτε αρχόντων και των νόμων, εκείνων ιδίως εξ αυτών, όσοι έχουν τεθή είτε προς υπεράσπισιν των αδικουμένων, είτε, μολονότι άγραφοι, φέρουν αναμφισβήτητον όνειδος εις τους παραβάτας των.

 

38. "Αλλ' επί πλέον επρονοήσαμεν κατά πολλούς τρόπους και δια την ανάπαυσιν του πνεύματος από τους κόπους. Διότι έχομεν και αγώνας και ιεράς πανηγύρεις καθιερωμένας καθ' όλον το έτος και κατοικίας ευπρεπείς. Και η καθημερινή τέρψις, την οποίαν ποριζόμεθα από αυτάς, αποδιώκει τας μερίμνας της ζωής. Χάρις εις το μεγαλείον της πόλεώς μας, εξ άλλου, τα πάντα συρρέουν εις αυτήν από όλα τα μέρη του κόσμου, και συμβαίνει τοιουτοτρόπως ν' απολαμβάνωμεν τ' αγαθά των άλλων ανθρώπων, ως να ήσαν τόσον ιδικά μας, όσον και τα προϊόντα της ιδίας ημών χώρας.

 

39. "Διαφέρομεν δ' επίσης από τους αντιπάλους και ως προς την άσκησιν εις τα πολεμικά πράγματα κατά τούτο, ότι δηλαδή πρώτον μεν έχομεν τας πύλας της πόλεώς μας ανοικτάς εις όλους, και ουδέποτε δια ξενηλασίας εμποδίζομεν κανένα να μάθη ή ίδη κάτι τι, εκ φόβου μήπως, εάν δεν το κρύψωμεν, το ίδη κανείς από τους εχθρούς μας και ωφεληθή. Διότι την εμπιστοσύνην μας στηρίζομεν όχι εις τας προετοιμασίας ή εις τα πολεμικά τεχνάσματα, αλλ' εις την προσωπικήν μας κατά την ώραν της δράσεως ευψυχίαν. Έπειτα δε, προκειμένου περί της ανατροφής, εκείνοι μεν από της παιδικής ηλικίας δι' επιπόνου ασκήσεως επιδώκουν να γίνουν ανδρείοι, ενώ ημείς μολονότι ακολουθούμεν τρόπον ζωής αβίαστον, είμεθα εξ ίσου ικανοί να προκινδυνεύωμεν, αγωνιζόμενοι προς ισοπάλους εχθρούς. Απόδειξις τούτου είναι ότι ενώ οι Λακεδαιμόνιοι εκστρατεύουν εναντίον του εδάφους μας, όχι μόνοι, αλλά με όλους τους συμμάχους των, ημείς εκστρατεύομεν εναντίον των άλλων μόνοι, και μολονότι πολεμούμεν εις ξένην χώραν εναντίον ανθρώπων προασπιζόντων το ίδιον έδαφος τους νικώμεν κατά κανόνα χωρίς δυσκολίαν. Προσθέσατε εις τούτο ότι κανείς από τους εχθρούς μας δεν αντιμετώπισεν ηνωμένην την δύναμίν μας, διότι κατά τον ίδιον καιρόν όχι μόνον δια το ναυτικόν μας φροντίζομεν, αλλά και κατά ξηράν εκπέμπομεν εις παλλάς επιχειρήσεις στρατιώτας από τους ιδικούς μας πολίτας. Όταν, εν τούτοις, οι εχθροί μας συγκρουσθούν οπουδήποτε προς τμήμα της δυνάμεώς μας, εάν μεν νικήσουν, καυχώνται ότι μας ενίκησαν όλους, εάν δε ηττηθούν, ότι ενικήθησαν από όλους. Τωόντι, εφόσον προτιμώμεν ν' αντιμετωπίζωμεν τους κινδύνους με άνεσιν μάλλον παρά κατόπιν επιπόνου ασκήσεως, και με ανδρείαν που απεκτήθη όχι από νομικόν καταναγκασμόν, αλλ' από τον τρόπον της ζωής μας, έχομεν το πλεονέκτημα ότι χωρίς να παραπονούμεθα προώρως χάριν μελλόντων κινδύνων, άμα ως περιέλθωμεν εις αυτούς, αναδεικνυόμεθα εξ ίσου γενναίοι όσον και οι αντίπαλοί μας, οι οποίοι υποβάλλονται εις διαρκείς μόχθους. Ούτω δε η πόλις μας είναι αξία θαυμασμού, όχι μόνον ως προς τούτο, αλλά και υπό άλλας ακόμη επόψεις.

 

40. "Διότι είμεθα ερασταί του ωραίου, αλλά και φίλοι συγχρόνως της απλότητος, και καλλιεργούμεν το πνεύμα μας χωρίς θυσίαν του ανδρισμού μας. Ο πλούτος, εξ άλλου, μας χρησιμεύει ως ευκαιρία μάλλον προς εκτέλεσιν έργων, παρά ως ελατήριον κομπορρημοσύνης. Ούτε θεωρούμεν εντροπήν την ομολογίαν της πενίας, αλλά μεγαλυτέραν εντροπήν το να μη καταβάλλη κανείς κάθε προσπάθειαν δια να την διαφύγη. Εις την πόλιν μας, άλλωστε, εκείνοι που επιμελούνται τας προσωπικάς των υποθέσεις δεν αμελούν δια τούτο τας δημοσίας, και μολονότι άλλοι μεν είναι απησχολημένοι εις τούτο, άλλοι δε εις εκείνο το επιτήδευμα, όλοι εννοούν επαρκώς τα πολιτικά πράγματα. Διότι μόνοι ημείς εκείνον που δεν μετέχει εις αυτά θεωρουμεν όχι φιλήσυχον, αλλ' άχρηστον πολίτην, και εφόσον δεν λαμβάνομεν οι ίδιοι την πρωτοβουλίαν των ληπτέων αποφάσεων, κρίνομεν τουλάχιστον ορθώς περί των μέτρων, τα οποία άλλοι εισηγούνται, πιστεύοντες ότι τα έργα ζημιώνει όχι η συζήτησις, αλλά το να μη διαφωτισθή κανείς προηγουμένως δια της συζητήσεως, πριν έλθη η ώρα της δράσεως. Διότι και κατά τούτο διαφέρομεν τωόντι πολύ από τους άλλους, ότι είμεθα εξαιρετικώς τολμηροί εις την δράσιν και σύγχρονως μελετώμεν οι ίδιοι κατά βάθος όσα πρόκειται να επιχειρήσωμεν, ενώ εις τους άλλους, αντιθέτως, η μεν αμάθεια γεννά θράσος, η δε σκέψις ενδοιασμόν. Εκείνοι, άλλωστε, θα εθεωρούντο δικαίως ως έχοντες μεγίστην ευψυχίαν όσοι, μολονότι έχων καθαρωτάτην αντίληψιν και των δεινών του πολέμου και των τερπνών της ειρήνης, δεν υποχωρούν, εν τούτοις, απέναντι των κινδύνων. Και ως προς την ευγένειαν ακόμη των αισθημάτων μας απέναντι των άλλων, ευρισκόμεθα εις αντίθεσιν προς τους πολλούς. Διότι τους φίλους μας επιδιώκομεν ν' αποκτήσωμεν όχι ευεργετούμενοι από αυτούς, αλλ' ευεργετούντες αυτούς. Καθόσον ο ευεργετήσας είναι φίλος ασφαλέστερος από τον ευεργετούμενον, διότι επιδιώκει δια της συνεχίσεως της προς αυτόν ευμενείας να διατηρήση την ευγνωμοσύνην του. Ενώ ο ευεργετηθείς είναι μάλλον αδιάφορος φίλος, καθόσον γνωρίζει ότι θ' ανταποδώση την προς αυτόν χάριν όχι ως εύνοιαν, αλλ' ως εξόφλησιν χρέους. Και μόνοι αφόβως ωφελούμεν άλλους όχι από υπολογισμόν δια το ιδικόν μας υλικόν συμφέρον, αλλ' από εμπιστοσύνην προς το ελευθέριον πνεύμα, από το οποίον εμπνεόμεθα.

 

41. "Συγκεφαλαιώνων, λοιπόν, λέγω ότι και το σύνολον της πόλεως είναι γενικόν της Ελλάδος σχολείον, και καθείς από τους συμπολίτας μας μου φαίνεται ως να συγκεντρώνη εις την προσωπικότητά του την ικανότητα να προσαρμόζεται εις τας ποικιλωτάτας εκφάνσεις της δραστηριότητος με την μεγαλυτέραν ευστροφίαν και χάριν. Και ότι τούτο δεν είναι κομπορρημοσύνη, επιβαλλομένη από την παρούσαν ευκαιρίαν, αλλά η πραγματική αλήθεια, αποδεικνύει ακριβώς η δύναμις της πόλεως, την οποίαν τα προτερήματά μας αυτά μας επροσπόρισαν. Διότι από όλας τας συγχρόνους πόλεις μόνη η πόλις των Αθηνών, όταν τεθή υπό δοκιμασίαν, αποδεικνύεται ανωτέρα της φήμης της, και αυτή μόνη ούτε εις τον ηττώμενον παρέχει αφορμήν αγανακτήσεως, διότι ενικήθη από τοιούτον εχθρόν, ούτε εις τους υπηκόους αφορμήν παραπόνου, ότι κυβερνώνται από αναξίους. Με το να δώσωμεν δε καταφανείς αποδείξεις της δυνάμεώς μας, της οποίας άλλως τε τόσοι τωόντι υπάρχουν αψευδείς μάρτυρες, θα είμεθα αντικείμενον θαυμασμού και δια τους συγχρόνους και δια τους μεταγενεστέρους, χωρίς καν να έχωμεν ανάγκην ούτε Ομήρου, δια να ψάλη τους επαίνους μας, ούτε άλλου ποιητού, ο οποίος δια των στίχων του ημπορεί να τέρψη προς στιγμήν, αλλά του οποίου η φαντασιώδης παράστασις των γεγονότων θα διαψευσθή από την αλήθειαν των πραγμάτων, αφού εξηναγκάσαμεν κάθε θάλασσαν και κάθε γην ν' ανοιχθή εις την ημετέραν τόλμην, και εγκατεσπείραμεν παντού αιώνια μνημεία ανδραγαθιών εναντίον εχθρών και υπέρ φίλων. Υπέρ τοιαύτης λοιπόν πόλεως μαχόμενοι έπεσαν οι προκείμενοι νεκροί, διότι έκριναν μεγαλοφρόνως καθήκον των να μη επιτρέψουν να τους αφαιρεθή αυτή, και καθείς από ημάς τους επιζώντας είναι πρόθυμος φυσικά να υποφέρη τα πάντα προς χάριν της.

 

42. "Δια τούτο ακριβώς και επεξετάθην περισσότερον εις τα του μεγαλείου της πόλεως, διότι ηθέλησα να σας δείξω ότι τα άθλα, δια τα οποία αγωνιζόμεθα, είναι πολύ μεγαλύτερα από εκείνα, δια τα οποία αγωνίζονται όσοι δεν απολαύουν όμοια με αυτά πλεονεκτήματα, και συγχρόνως να καταδείξω δια πραγματικών αποδείξεων τον έπαινον των ανδρών αυτών εδώ, προς τιμήν των οποίων ομιλώ σήμερον. Και τωόντι το μεγαλύτερον μέρος του εγκωμίου των ελέχθη ήδη. Διότι τα ανδραγαθήματα αυτών και των ομοίων των προσέδωσαν νέαν λάμψιν εις την δόξαν της πόλεως, την οποίαν ύμνησα, και ολίγοι υπάρχουν Έλληνες, των οποίων η φήμη θα ημπορούσε να δειχθή εξ ίσου ισόρροπος προς τα έργα, όσον των προκειμένων νεκρών. Νομίζω, άλλωστε, ότι τοιούτος θάνατος, όπως ο των ανδρών αυτών εδώ, αποδεικνύει ηρωϊσμόν, είτε ως αποκαλύπτων αυτόν δια πρώτην φοράν, είτε ως επισφραγίζων αυτόν τελειωτικώς. Διότι δι' εκείνους, οι οποίοι υπό άλλας τυχόν επόψεις είναι κακοί, δίκαιον είναι η κατά τους πολέμους επιδειχθείσα ανδραγαθία να εκτιμάται περισσότερον από κάθε άλλο. Διότι, αποσβέσαντες το κακόν δια του καλού, παρέσχον εις την πατρίδα μεγαλυτέραν ωφέλειαν από την ζημίαν που επροξένησαν ως ιδιώται. Κανείς, εν τούτοις, από τους άνδρας αυτούς εδώ δεν επροτίμησε την συνέχισιν της απολαύσεως του πλούτου, ώστε να δειχθή δειλός, ούτε εζήτησε ν' αναβάλη την τρομεράν ημέραν με την φυσικήν εις τον πτωχόν ελπίδα ότι ημπορεί ακόμη, εάν επιζήση, να πλουτίση. Αλλά θεωρήσαντες ότι η τιμωρία των εχθρών ήτο πολύ πλέον ποθητή παρά τα πράγματα αυτά, και ότι δεν ημπορούσαν να εκθέσουν την ζωήν των χάρις ευγενεστέρας υποθέσεως, απεφάσισαν, διακινδυνεύοντες αυτήν, να εκδικηθούν μεν εκείνους, παραιτήσουν δε όλα τα λοιπά. Και ενεπιστεύθησαν μεν εις την ελπίδα το άδηλον της επιτυχίας του αγώνος, αλλ' ό,τι αφορά εις τον παρόντα και προ των οφθαλμών των κίνδυνον, εστηρίχθησαν μόνον εις εαυτούς και το προσωπικόν των θάρρος. Και όταν ευρέθησαν εις το μέσον του κινδύνου, κρίνοντες προτιμότερον ν' αποθάνουν υπερασπίζοντες εαυτούς παρά να σωθούν υποχωρούντες, απέφυγαν μεν το όνειδος της δειλίας, αντιμετώπισαν όμως ψυχή τε και σώματι τον κίνδυνον, και συγχρόνως εις στιγμήν ωρισμένην υπό της ειμαρμένης μετήλλαξαν βίον, όχι τρέμοντες από φόβον αλλά περιβαλλόμενοι από τον φωτοστέφανον της δόξης.

 

43. "Και αυτοί μεν εδείχθησαν τοιουτοτρόπως άξιοι της πόλεως. Σεις, εξ' άλλου, οι επιζώντες οφείλετε να θεωρήσετε καθήκον σας, όπως επιδείξετε προς τους εχθρούς φρόνημα όχι ολιγώτερον τολμηρόν, μολονότι πρέπει να εύχεστε όπως τούτο οδηγήση εις έκβασιν ολιγώτερον ολεθρίαν. Την ωφέλειαν δε τούτου οφείλετε να κρίνετε όχι απλώς επί τη βάσει των λόγων ρήτορος, ο οποίος ημπορούσε να μακρηγορήση, εκθέτων προς ανθρώπους γνωρίζοντας εξ ίσου καλά όσον και εκείνος όλα τα πλεονεκτήματα που συνεπάγεται η απόκρουσις του εχθρού. Αλλ' οφείλετε μάλλον καθ' εκάστην να προσηλώνετε τα βλέμματά σας προς τας ορατάς εκδηλώσεις της δυνάμεως της πόλεως, έως ότου γίνετε θαυμασταί της. Και όταν εμπνευσθήτε από την θέαν του μεγαλείου της, να σκεφθήτε ότι όλα αυτά τα απέκτησαν άνδρες τολμηροί, οι οποίοι εγνώριζαν τί έπρεπε να πράξουν και κατά την ώραν του κινδύνου ωδηγούντο από υψηλόν αίσθημα τιμής, και οι οποίοι, εάν ποτέ ήθελαν αποτύχει εις καμμίαν επιχείρησιν, έκριναν αποφασιστικώς ότι η πατρίς των τουλάχιστον δεν έπρεπε να στερηθή την ανδρείαν των, και προσέφεραν την ζωήν των ως τον ενδοξότερον υπέρ αυτής έρανον. Καθόσον, θυσιάζοντες την ζωήν των δια το κοινόν καλόν, εκέρδιζαν υπέρ εαυτών τον αθάνατον έπαινον, και τάφον επισημότατον, όχι τόσον τον τάφον, εις τον οποίον κείνται, όσον εκείνον, εις τον οποίον η δόξα των επιζή αείμνηστος, πανηγυριζομένη είτε δια λόγων, είτε δια τελετών εις κάθε ευκαιρίαν. Διότι των επιφανών ανδρών τάφος είναι όλη η γη, και δεν διαμνημονεύονται αυτοί μόνον εις την ιδικήν των πατρίδα δι' επιτυμβίων στηλών και επιγραφών, αλλά και εις την ξένην διατηρείται άγραφος η μνήμη των, χαραγμένη εις το πνεύμα εκάστου μάλλον παρά εις υλικά μνημεία. Τους άνδρας αυτούς οφείλετε να μιμηθήτε, και θεωρούντες ότι θεμέλιον της ευτυχίας είναι η ελευθερία, και της ελευθερίας η ευψυχία, μη αποβλέπετε με ανησυχίαν εις τους κινδύνους του πολέμου. Διότι όσοι είναι δυστυχείς και ούτε εις περίπτωσιν νίκης έχουν ελπίδα καλυτέρων ημερών, έχουν ολιγώτερον λόγον να δείχνωνται αφειδείς της ζωής των, παρά εκείνοι, οι οποίοι, εάν εξακολουθήσουν ζώντες, τρέχουν τον κίνδυνον να μεταπέσουν από την ευτυχίαν εις την δυστυχίαν, και οι οποίοι, εάν νικήσουν, έχουν να χάσουν περισσότερον από κάθε άλλον. Καθόσον εις άνδρα έχοντα γενναίον φρόνημα, είναι αλγεινοτέρα η ταπείνωσις, την οποίαν προκαλεί η δειλία, παρά ο ανώδυνος θάνατος, ο επερχόμενος εις στιγμήν που είναι γεμάτος από θάρρος και εμπνέεται συγχρόνως από την ελπίδα της νίκης της πατρίδος.

 

44. "Δια τούτο και τους γονείς των σήμερον θαπτομένων - όσοι παρίστασθε εδώ- δεν οικτείρω, αλλά θα προσπαθήσω μάλλον μόνον να παραμυθήσω. Γνωρίζετε τωόντι ότι η ζωή σας διήλθεν εν μέσω ποικίλων μεταβολών της τύχης, ενώ ευτυχείς πρέπει να θεωρούνται εκείνοι, εις τους οποίους η μοίρα ήθελεν επικλώσει τόσον τιμητικόν θάνατον, όπως των προκειμένων νεκρών, ή τόσον τιμητικόν πένθος, όπως το ιδικόν σας, και εκείνοι, των οποίων η ζωή προσεμετρήθη ούτως, ώστε το όριον της ευδαιμονίας να συμπέση προς την στιγμήν του θανάτου. Γνωρίζω αληθώς ότι είναι δύσκολον να σας πείσω, αφού την απώλειάν σας θα υπενθυμίζουν πολλάκις αι ευτυχίαι των άλλων, τας οποίας και σεις προηγουμένως απελαύσατε. Και λυπείται κανείς όχι δια την τυχόν έλλειψιν αγαθών, τα οποία δεν εδοκίμασεν, αλλά δια την αφαίρεσιν εκείνων, εις τα οποία είχε συνηθίσει. Αλλ' όσοι είσθε ακόμη εις ηλικίαν προς παιδοποιίαν, πρέπει να υπομένετε την συμφοράν με μεγαλυτέραν καρτερίαν, με την ελπίδα αποκτήσεως και άλλων τέκνων. Διότι η νέα τεκνοποιία όχι μόνον ατομικώς θα κάμη πολλούς να λησμονήσουν τους νεκρούς των, αλλά και εις την πόλιν θα παράσχη διττήν ωφέλειαν, και λόγω μη ελαττώσεως του πληθυσμού και λόγω ασφαλείας. Διότι δεν είναι δυνατόν να έχουν την ιδίαν αξίαν ή να είναι επίσης δίκαιαι αι περί των δημοσίων πραγμάτων γνώμαι εκείνων, όσοι δεν έχουν, όπως οι άλλοι, τέκνα δια να μετάσχουν των ιδίων κινδύνων. Όσοι, εξ άλλου, είσθε γέροντες, πρέπει να νομίζετε ότι ο μεν ήδη διανυθείς μακρότερος βίος, κατά τον οποίον υπήρξατε ευτυχείς, είναι κέρδος, ο δε παρών θα είναι σύντομος, και ν' ανακουφίζεσθε με την δόξαν των νεκρών αυτών εδώ. Διότι μόνον η αγάπη των τιμών δεν γηράσκει ποτέ, και όταν κανείς φθάση εις την άκαρπον περίοδον της ζωής, όχι τόσον το κέρδος, όπως μερικοί ισχυρίζονται όσον αι τιμαί παρέχουν την μεγαλυτέραν τέρψιν.

 

45. "Δι' όσους δε από τους παρόντας είσθε τέκνα ή αδελφοί των πεσόντων, βλέπω τον αγώνα της προς αυτούς αμίλλης του να φανήτε αντάξιοι των δυσχερή (διότι τους νεκρούς συνηθίζουν οι πάντες να εγωμιάζουν), και οσονδήποτε υπέροχον ανδρείαν και αν επιδείξετε, μόλις θα θεωρηθήτε δεν λέγω βέβαια όμοιοι, αλλ' ολίγον κατώτεροι απ' αυτούς. Διότι, μεταξύ των ζώντων επικρατεί φθόνος προς τους αντιπάλους, ενώ εκείνοι που δεν αποτελούν πλέον εμπόδιον δια τους άλλους τιμώνται πάντοτε δι' ευνοίας, κατά της οποίας κανείς δεν αντιτάσσεται. Αλλ' εάν πρέπη να μνημονεύσω οπωσδήποτε και την αρετήν των γυναικών εκείνων, όσαι του λοιπού θα ζήσουν ως χήραι, θα συγκεφαλαιώσω την προς αυτάς παραίνεσίν μου εις τας ολίγας αυτάς λέξεις. Μεγάλη αληθώς θα είναι η δόξα δια σας, εάν δεν δειχθήτε κατώτεραι της γυναικείας φύσεως, και επίσης μεγάλη δι' εκείνας από σας, περί των αρετών ή ελαττωμάτων των οποίων όσον το δυνατόν ολιγώτερος γίνεται λόγος μεταξύ των ανδρών.

 

46. "Εξεπλήρωσα το υπό του νόμου επιβαλλόμενον καθήκον, εκθέσας δια του λόγου μου όσα είχα πρόσφορα προς τιμήν των πεσόντων, οι οποίοι άλλωστε και δι' έργων ετιμήθησαν ήδη, εν μέρει μεν δια της δημοσίας ταφής, εν μέρει δε λόγω του ότι η πόλις αναλαμβάνει από τούδε να διαθρέψη δημοσία δαπάνη τα τέκνα των, μέχρις ότου ενηλικιωθούν, ορίζουσα τοιουτοτρόπως ως βραβείον των τοιούτων αγώνων στέφανον ωφέλιμον και δια τους πεσόντας και δια τους επιζώντας. Διότι όπου μέγιστα ορίζονται βραβεία αρετής, εκεί και άριστοι πολίται οικούν την πόλιν. Και τώρα, αφού έκαστος εξ υμών εθρήνησεν αρκετά τον νεκρόν του απέλθετε εις τα ίδια".

 

Πηγή: http://www.mikrosapoplous.gr

 

Για μια άλλη μετάφραση πατήστε εδώ

 

 

 

 

 

Τελευταία Ενημέρωση στις Τετάρτη, 20 Οκτώβριος 2010 23:55